Ancient Greek
2.248.4 to 2.250.2
Joannes Stobaeus Anthologus, Anthologium 2.248.4-2.250.2
Unproofread scanNot analysed yet
Ἀναξιμένης πύρινον ὑπάρχειν τὸν ἥλιον ἀπερρίνατο. —Ὑπὸ πεπυκνωμένου δὲ ἀέρος καὶ ἀντιτύπου ἐξωθούμενα τὰ ἄστρα τὰς τροπὰς ποιεῖσθαι. —Πλάτων δ’ εἶναι τῷ σχήματι. Παρμενίδης καὶ Μητρόδωρος πύρινον ὑπάρχειν τὸν ἥλιον. Ἀντιφῶν πῦρ ἐπινεμόμενον μὲν τὸν περὶ τὴν γῆν ὑγρὸν ἀέρα, ἀνατολὰς δὲ καὶ δύσεις ποιούμενον, τῷ τὸν ΕΚΛΟΓΑΙ ΑΠΟΦΘΕΓΜΑΤΑ ΥΠΟΘΗΚΑΙ μὲν ἐπικαιούμενον αἰεὶ προλείπειν, τοῦ δ᾽ ὑπονοτιζομένου πάλιν ἀντέχεσθαι. 5 Ἡράκλειτος καὶ Ἑκαταῖος ἄναμμα νοερὸν τὸ ἐκ θαλάττης εἶναι τὸν ἥλιον. —Σκαφοειδῆ δ᾽ εἶναι, ὑπόκυρτον. —Γίνεσθαι δὲ τὴν ἐκλειψιν κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφὴν, ὥστε τὸ μὲν κοῖλον ἄνω γίγνεσθαι, τὸ δὲ κυρτὸν κάτω πρὸς τὴν ἡμετέραν ὄψιν. —Τὸ δὲ μέ- 10 γεθος ἔχειν „εὐρος ποδὸς ἀνθρωπείου“. Ἄλκμαιῶν πλατὺν εἶναι τὸν ἥλιον. Οἱ Πυθαγόρειοι σφαιροειδῆ τὸν ἥλιον. —Ἐκλει- 15 ψιν δὲ γίγνεσθαι σελήνης αὐτὸν ὑπερχομένης. 2 Πορφυρίου ἐκ τοῦ Περὶ ἀγαλμάτων. Καθάπερ καὶ ὁ ἥλιος τὸν ἐναντίον τῷ πόλῳ ποιεῖται δρόμον [ὡσπερ δοκεῖ τὸν οὐρανὸν ὁ ἥλιος εἰς τἀναντία περιφέρειν] αὐτὸς ἀπὸ δυσμῶν ἐπὶ τὰς ἀνατολὰς 20 φερόμενος. Ἄναξαγόρας μύδρον ἢ πέτρον διάπυρον εἶναι τὸν ἥλιον. —Τροπὴν δὲ γίγνεσθαι ἀνταπώσει τοῦ πρὸς ταῖς ἄρχτοις ἀέρος, ὃν αὐτὸς συνωθῶν ἐκ τῆς πυκνώσεως ἰσχυ- 25 ροποιεῖ. Θαλῆς γεωδὴ τὸν ἥλιον. —Ἐκλείπειν δὲ αὐτὸν τῆς σελήνης ὑπερχομένης κατὰ κάθeton, οὐσης φύσεως γεώδους· βλέπεσθαι δὲ τοῦτο κατοπτρικῶς ὑποτιθέμενον τῷ δίσκῳ. Διογένης κισηροειδῆ τὸν ἥλιον, εἰς ὃν ἀπὸ τοῦ αἰθέρος ἀκτῖνες ἐναποστηρίζονται. —Ὑπὸ δὲ τοῦ ἀντιπίπτοντος τῇ θερμότητι ψυχροῦ σβέννυσθαι.