Ancient Greek
2.250.4
Joannes Stobaeus Anthologus, Anthologium 2.250.4
Unproofread scanNot analysed yet
Ἐμπεδοκλῆς δύο ἡλίους, τὸν μὲν ἀρχέτυπον, πῦρ ὃν ἐν τῷ ἑτέρῳ ἡμισφαίρῳ τοῦ κόσμου, πεπληρωκὸς τὸ ἡμισφαίριον, αἰεὶ κατ’ ἀντικρὺ τῇ ἀνταυγεῖα ἑαυτοῦ τεταγμένον· τὸν δὲ φαινόμενον, ἀνταύγειαν ἐν τῷ ἑτέρῳ ἡμισφαίρῳ, τῇ τοῦ ἀέρος τοῦ θερμοιγοῦς πεπληρωμένῳ, ἀπὸ κυκλωτεροῦς τῆς γῆς κατ’ ἀνάκλασιν γιγνομένην εἰς τὸν ἥλιον χρυσταλλοειδῆ, συμπεριελκομένην τῇ κινήσει τοῦ πυρίνου. Ὡς δὲ βραχέως εἰρήσθαι συντεμόντι ἀνταύγειαν εἶναι τοῦ περὶ τὴν γῆν πυρὸς τὸν ἥλιον. —Τροπὴν δὲ γίγνεσθαι ὑπὸ τῆς περιεχούσης αὐτὸν σφαῖρας κωλυόμενον ἄχρι παντὸς εὐθυπορεῖν καὶ ὑπὸ τῶν τροπικῶν