Ancient Greek
2.250.3
Joannes Stobaeus Anthologus, Anthologium 2.250.3
Unproofread scanNot analysed yet
Φιλόλαος ὁ Πυθαγόρειος ὕλοειδῆ τὸν ἥλιον, δεχόμενον μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν, διηθούντα δὲ πρὸς ἡμᾶς τὸ τε φῶς καὶ τὴν ἀλέαν, ὥστε τρόπον τινὰ διττοὺς ἡλίους γίγνεσθαι, τὸ τε ἐν τῷ οὐρανῷ πυρώδες καὶ τὸ ἀπ’ αὐτοῦ πυροειδὲς κατὰ τὸ ἐσποτροεῖδες· εἰ μὴ τις καὶ τρίτον λέξει, τὴν ἀπὸ τοῦ ἐνόπτρου κατ’ ἀνάκλασιν διασπειρομένην πρὸς ἡμᾶς αὐγήν.