Ancient Greek
2.261.2
Joannes Stobaeus Anthologus, Anthologium 2.261.2
Unproofread scanNot analysed yet
Ἀλκμαίων, Ἡράκλειτος, Ἀντιφῶν κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφὴν καὶ τὰς περιχλίσεις. Τῶν Πυθαγορείων τινὲς κατὰ τὴν Ἀριστοτέλειον ἱστορίαν καὶ τὴν Φιλίππου τοῦ Ὀπουντίου ἀπόφασιν ἀντιφράζει τοῦτὲ μὲν τῆς γῆς, τοῦτὲ δὲ τῆς ἀντίχθονος. Τῶν δὲ νεωτέρων εἰσὶ τινες οἷς ἔδοξε κατ' ἐπινέμησιν φλογὸς κατὰ μικρὸν ἐξαπτομένης τεταγμένως, ἕως τὴν τελείαν πανσέληνον ἀποδῶ, καὶ πάλιν ἀναλόγως μειουμένης μέχρι τῆς συνόδου καθ' ἣν τελείως σβέννυνται.