Ancient Greek
2.261.4 to 2.261.6
Joannes Stobaeus Anthologus, Anthologium 2.261.4-6
Unproofread scanNot analysed yet
Ξενοφάνης καὶ τὴν μηνιαίαν ἀπόκρυφιν κατὰ σβέσιν. Θαλῆς, Ἀναξαγόρας, Πλάτων, οἱ Στωικοὶ τοῖς μαθηματικοῖς συμφώνως τὰς μὲν μηνιαίας ἀποκρύψεις συνοδεύουσαν αὐτὴν ἡλίῳ καὶ περιλαμπομένην ποιεῖσθαι, τὰς δ' ἐκλείψεις εἰς τὸ σκίασμα τῆς γῆς ἐμπίπτουσαν, μεταξὺ [μὲν] ἀμφοτέρων τῶν ἀστέρων γενομένης, μᾶλλον δὲ τῆς σελήνης ἀντιφραττομένης. Ἀναξαγόρας, ὡς φησι Θεόφραστος (phys. opin. fr. 19 p. 493 Diels.) ,καὶ τῶν ὑποκάτω τῆς σελήνης ἐσθ' ὅτε σωμάτων ἐπιπροσθουντων.