Ancient Greek
2.262.3 to 2.263.8
Joannes Stobaeus Anthologus, Anthologium 2.262.3-2.263.8
Unproofread scanNot analysed yet
Ἄλλοι δὲ τὴν ἐν τῇ σελήνῃ ἔμφασιν ἀνάκλασιν εἶναι τῆς πέρας τοῦ διακεκαυμένου κύκλου τῆς οἰκουμένης ἐφ' ἡμῶν θαλάττης. Ἄναξαγόρας ἀνωμαλότητα συγκρίματος διὰ τὸ ψυχρωμιγὲς ἅμα καὶ γεῶδες, τὰ μὲν ἔχούσης ὑψηλά, τὰ δὲ ταπεινά, τὰ δὲ κοῖλα. Καὶ παραμεμίχθαι τῷ πυρωειδεὶ τὸ ζοφῶδες, ὧν τὸ πάθος ὑποφαίνει τὸ σκιερόν· ὅθεν ψευδοφανῆ λέγεσθαι τὸν ἀστέρα. Ἀημόκριτος ἀποσκιασμά τι τῶν ὑψηλῶν ἐν αὐτῇ μερῶν· ἄγχι γὰρ αὐτὴν ἔχειν καὶ νάπας. Παρμενίδης διὰ τὸ παραμεμίχθαι τῷ περὶ αὐτὴν πυρώδει τὸ ζοφῶδες, ὅθεν ψευδοφανῆ τὸν ἀστέρα καλεῖ. Οἱ Στωικοὶ διὰ τὸ ἀερωμιγὲς τῆς οὐσίας μὴ εἶναι αὐτῆς ἀκήρατον τὸ σύγκριμα. Ἀριστοτέλης μὴ εἶναι αὐτοῦ ἀκήρατον τὸ σύγκριμα διὰ τὰ πρόσγεια ἀερώματα τοῦ αἰθέρος, ὧν προσάγορεύει σῶμα πέμπτον. Οἱ ἀπὸ τῶν μαθηματικῶν τὸ ἀνώμαλον συγκριτικὸν αἰτιῶνται. Καθάπερ οὖν τῶν προσαναγαζομένων ὑπὸ τοῦ ἡλίου νεφῶν τὰ μὲν ἀραιότερα μέρη λαμπρότερα φαίνεσθαι, τὰ δὲ πυκνότερα ἀμαυρότερα, οὕτως καὶ τῆς σελήνης ἐοικνίας μὲν νεφελοειδεῖ πιλίματι, προσαναγάζομένης δ᾽ ὑπὸ τοῦ ἡλίου. Ξενοφάνης τὸν μὲν ἥλιον χρήσιμον εἶναι πρὸς τὴν τοῦ κόσμου καὶ τὴν τῶν ἐν αὐτῷ ζώων γένεσιν τε [566] καὶ διοίκησιν, τὴν δὲ σελήνην παρέλχειν. ΠΕΡΙ ΔΕ ΤΩΝ ΑΠΟΣΤΗΜΑΤΩΝ. Ἐμπεδοκλῆς διπλάσιον ἀπέχειν τῆς σελήνης ἀπὸ γῆς ἢπερ ἀπὸ τοῦ ἡλίου. Οἱ δὲ ἀπὸ τῶν μαθηματικῶν ὀκτωκαιδεκαπλάσιον. Ἡρατοσθένης τὸν ἥλιον ἀπέχειν ἀπὸ τῆς γῆς σταδίων μυριάδας [μυριάδων] τετρακοσίας καὶ στάδια ὀκτάκις μύρια· τὴν δὲ σελήνην ἀπέχειν ἀπὸ τῆς γῆς μυριάδας ἑβδομήκοντα ὀκτὼ σταδίων. Ἐμπεδοκλῆς τοῦ ὕψους τοῦ ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανόν, ἥτις ἐστὶν ἀφ᾽ ἡμῶν ἀνάτασις, πλείονα εἶναι τὴν κατὰ τὸ πλάτος διάστασιν, κατὰ τοῦτο τοῦ οὐρανοῦ μᾶλλον ἀναπεπταμένου διὰ τὸ ὥρῃ παραπλησίως τὸν κόσμον κεῖσθαι. Βόηθος δὲ πρὸς τὴν φαντασίαν δέχεται τὸ ἀναπεπταμένον, οὐ κατὰ τὴν ὑπόστασιν. 6 (2) ΣΗΜΕΙΑ ΣΕΛΗΝΗΣ. πνευματὴ· παχίων δὲ καὶ ἀμβλείῃσι κεραίοις 785 10