Ancient Greek
2.261.7
Joannes Stobaeus Anthologus, Anthologium 2.261.7
Unproofread scanNot analysed yet
Χρύσιππος ἐκλείπειν τὴν σελήνην τῆς γῆς αὐτῇ ἐπιπροσθούσης καὶ εἰς σκιὰν αὐτῆς ἐμπίπτουσαν. 4 ΠΕΡΙ ΔΕ ἘΜΦΆΣΕΩΣ ἉΥΤῆΣ. Τῶν Πυθαγορείων τινὲς μὲν, ὧν ἐστι Φιλόλαος, τὸ γεωφανεὲς αὐτῆς εἶναι διὰ τὸ περιοικεῖσθαι τὴν σελήνην, καθάπερ τὴν παρ' ἡμῖν γῆν, ζῷοις καὶ φυτοῖς μεῖζοσι καὶ καλλίοσιν. Εἶναι γὰρ πεντεκαδεκαπλάσια τὰ ἐπ' αὐτῆς ζῷα τῇ δυνάμει, μηδὲν περιττωματικὸν ἀποκρίνοντα, καὶ τὴν ἡμέραν τοσαύτην τῷ μῆκει.