Ancient Greek
2.273.3 to 2.273.4
Joannes Stobaeus Anthologus, Anthologium 2.273.3-4
Unproofread scanNot analysed yet
Ἀριστοτέλης ἐξ ἀναθυμιάσεως καὶ τὰ τοιαῦτα γίνεσθαι τῆς ξηρᾶς. Ὅταν οὖν ἐντύχῃ μὲν τῇ ὑγρᾷ, παραβιάζεται δὲ τὴν ἐξοδον, τῇ μὲν παρατριβῇ καὶ τῇ ὀξέσει τὸν ψόφον, τῇ δ᾽ ἐξάψει τῆς ξηρότητος τὴν ἀστραπὴν 598 παρίστησι. Στράτων θερμοῦ ψυχρῷ παρεῖξαντος, ὅταν ἐκβιασθὲν τύχῃ, τὰ τοιαῦτα γίνεσθαι, βροντὴν μὲν ἀπορρήξει, φάει δ᾽ ἀστραπὴν, τάχει δὲ κεραυνόν, πρηστήρας δὲ καὶ τυφῶνας τῷ πλεονασμῷ τῷ τῆς ὕλης, ἣν ἑκάτερος αὐτῶν ἐφέλκεται, θερμότεραν μὲν ὁ πρηστήρ, παχυτέραν δὲ ὁ τυφών.