Ancient Greek
2.274.2
Joannes Stobaeus Anthologus, Anthologium 2.274.2
Unproofread scanNot analysed yet
Οἱ Στωικοὶ βροντὴν μὲν προσχρονισμὸν νεφῶν, ἀστραπὴν δὲ ἐξαφὴν ἐκ παρατριψέως, κεραυνὸν δὲ σφοδροτέραν ἐκλαμψίν, πρηστήρα δὲ νωθεστέραν. Ἀριστοτέλους. Ἀριστοτέλης τυφῶνας μὲν, ὅταν ἐννερείας δινούμενος καταφέρνηται. Τὸ γὰρ πνεῦμα κωλυόμενον μὲν εἰς ὀρθὸν ἰέναι παρ’ ἀντίπνοιαν ἢ ψύχος ἢ πάχος ἢ τινα ἄλλην αἰτίαν, ἐλαυνόμενον δ’ ὑπὸ τοῦ κατόπιν ἐπεισιόντος, ἀναστρέφειν εἰλούμενον ἐν τῷ νέφει κύκλῳ καὶ συγκατάγειν ἐπὶ γῆν ἑαυτῷ τὸ νέφος· εἴθ’ ὅτι ἂν ἐντύχῃ φερόμενον, σφοδρῶς ἀναρπάζειν καὶ πάλιν ἀπορρίπτειν, τοῦτο γὰρ εἶναι τὸ πάθος οἷον ἐννερείαν ἄπνετον. Πρηστήρας δ’, ὅταν βιαίως κατὶον ἐπινυφωθῇ τὸ πνεῦμα κατὰ τὴν φοράν, συννεμπίπρασθαι γὰρ τὸν ἄερα πυρώσει χρωματιζόμενον, διὸ καὶ νυκτὸς ἐκλάμπειν· ἀναρπάζειν δὲ καὶ περιτρέπειν ὁμοίως καὶ τούτους, ὥσπερ πυρώδεις ὄντας τυφῶνας. Κεραυνὸν δ’, ὅταν πολὺ καὶ λεπτὸν περιληφθὲν ἐν τοῖς νέφεσι πνεῦμα πυρωθὲν ἐκθλιφθῇ καὶ μετ’ ἰσχυρᾶς ἐπὶ γῆν κατασκήψῃ φοράς, ἐὰν μὲν ἢ πάνυ λεπτὸν καὶ διὰ τοῦτ’ οὐκ ἐπικαῖον, ἀργῆτα λέγεσθαι κατὰ τοὺς ποιητάς· ἐὰν δ’ ἥττον, ἐπικαῖον, ψολόντα. Τὸν μὲν γὰρ διὰ τὴν λεπτότητα καὶ πρὶν ἐκπυρῶσαι φερόμενον οἴχεσθαι διὰ τάχους, ὡς μηδ’ ἐπιμελᾶναι τι τῶν ἐποκειμένων· τὸν δὲ οἷον καὶ βραδύτερον, ἐπιχρῶσαι μὲν ὥσπερ ἀπ’ αἰθάλου, παρενεχεῖν δὲ μηδὲν