Ancient Greek
2.284.1
Joannes Stobaeus Anthologus, Anthologium 2.284.1
Unproofread scanNot analysed yet
\<ἀναθυμιάσεως\> ὑετοὺς τε καὶ δρόσους καὶ πάχνας, ὁμίχλας τε καὶ νέφη καὶ χιόνας καὶ χαλάζας. ὑετοὺς μὲν γίνεσθαι τῆς ἀναδιδομένης ἀπὸ τῆς γῆς ἀτμίδος \<ἐν\> τοῖς ἄνω τόποις συνισταμένης κατὰ πίκνωσιν καὶ τρεπομένης εἰς ὕδωρ, εἶτα φερομένης ἀθρόως ἐπὶ γῆν διὰ τὴν ἀπόλειψιν τοῦ ἀναγόντος αὐτὴν θερμοῦ· σκεδασθείσης δ’ εἰς μικρὰ μόρια καλεῖσθαι ψεχάδας· πρὸ τοῦ δὲ μετεωρισθῆναι σφόδρα κατενεχθείσης διὰ τὴν τοῦ ἀναγόντος αὐτὴν πυρὸς ὀλιγότητα προσονομάζεσθαι δρόσον καὶ πάχνην· πάχνην μὲν, ὅταν παγῇ πρὶν εἰς ὕδωρ συγκριθῆναι (γίνεσθαι δὲ χειμῶνος καὶ ἐν τόποις μᾶλλον χειμερίοις)· δρόσον δ’, ὅταν τὸ συνιστάμενον ἐχρὸν νίπτωρ ψυχθὲν ἅμα τοῖς ὀρθροῖς ἐπὶ γῆν ἐπιφέρηται· διὸ καὶ πλείστην πίπτειν δρόσον καὶ πάχνην περὶ τὰ ἕλη καὶ τὰς λίμνας καὶ τοὺς ποταμοὺς καὶ μάλιστα περὶ τοὺς ἐναίλους καὶ κοίλους τῶν τόπων· ἀνάγεσθαι τε γὰρ πλεῖστον ἐχρὸν ἀπὸ τῶν τοιούτων χωρίων καὶ καταψύχεσθαι μᾶλλον.