Ancient Greek
2.284.2
Joannes Stobaeus Anthologus, Anthologium 2.284.2
Unproofread scanNot analysed yet
Τὴν δ’ ἀθρόαν ἀνάδοσιν λέγεσθαι τῆς ἀτμίδος ἐπὶ μικρὸν μὲν παχυνθεῖσαν ὁμίχλην, οἷον ἀραιὰν καὶ ἄγονον ὕδατος νεφέλην, ὡς ἂν προσυνισταμένην ταύτης καὶ προδιαλυομένην καὶ σημεῖον οὖσαν εὐδίας· τὴν δὲ μετεωρισθεῖσαν ἐπὶ πλεῖον καὶ συγκριθείσαν νεφέλην. πάντα δὲ περὶ γῆν ταῦτα γίνεσθαι διὰ τὸ μὴ πόρρω τὴν ἀτμίδα μετεωρίζεσθαι κατισχύειν. ἐν γοῦν τοῖς ὑψηλοτάτοις ὄρεσιν οὐδὲν γίνεσθαι τούτων. αἴτιον \<δ’\> ὅτι μάλιστα ἐκ τῶν κοιλῶν ἀνέγεται καὶ ἐφ’ὕδρων ἢ ἀτμὶς τόπων· ὥστε καθάπερ φορτίον πλεῖον φέρουσαν ἢ καθ’ ἐαυτὴν τὴν ἀνάγουσαν θερμότητα μὴ δύνασθαι μετεωρίζειν ἐπὶ πολὺν