Ancient Greek
2.295.1
Joannes Stobaeus Anthologus, Anthologium 2.295.1
Unproofread scanNot analysed yet
γὰρ ὁ λίθος καὶ μᾶλλον ὁ τοιοῦτος). Εἰ δ’ ὡςπερ γλυκὺ πᾶν ὕδωρ, οὕτω καὶ ψυχρόν (οἰκεῖα γὰρ ἀμφω τῆς φύ-σεως), ἡ θερμότης ὡς ἡ τῶν χυλῶν ποιότης γένοιτ’ ἂν ἀφ’ ἑτέρων. Συμβαίνει δ’ οὖν καὶ ἐκ τοῦ λόγου τούτου μὴ εἶναι τοῦ ὕδατος καθ’ ἑαυτὸ διαφορὰν, ἀλλὰ ταῖς ἄλλων δυνάμεσι διαφέρειν, εἴπερ τὰ μὲν τὴν γῆν, τὰ δὲ τὸ πῦρ, τὰ δὲ τὸν ἀέρα ποιεῖν συμβέβηκεν.