Ancient Greek
2.295.2
Joannes Stobaeus Anthologus, Anthologium 2.295.2
Unproofread scanNot analysed yet
XL ΠΕΡΙ ΤΟΥ ΠΑΝΤΟΣ. Ἐκ τῆς Ἀριστοτέλους πρὸς Ἀλέξανδρον ἐπιστολῆς (de mundo c. 2—5). <c. 2> Κόσμος μὲν οὖν ἐστὶ σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις περιεχομένων φύσεων. λέγεται δὲ καὶ ὁ κόσμος ἕτερος, ἡ τῶν ὅλων τάξις τε καὶ δια-κόσμησις ὑπὸ θεοῦ τε καὶ διὰ θεῶν φυλαττομένη. Ταύ-της δὲ τὸ μὲν μέσον [καὶ] ἀκίνητόν τε καὶ ἕδραιον φερέσβιος εἵληχε γῆ, παντοδαπῶν ζώων δεσπόζουσα καὶ μήτηρ· τὸ δὲ ὑπερθεν αὐτῆς πᾶν τε καὶ πᾶντῃ πεπερα-τωμένον· εἰς τὸ ἄνω τὸ τῶν θεῶν οἰκητήριον οὐρανὸς ὀνόμασται· πλήρης δ’ ὧν σωμάτων θείων, ἃ δὴ καλεῖν ἄστρα εἰώθαμεν, κινούμενος κίνησιν αἰδίον ἐν περιγωγῇ