Ancient Greek
2.299.1
Joannes Stobaeus Anthologus, Anthologium 2.299.1
Unproofread scanNot analysed yet
νητος καὶ ἀσάλευτος· καὶ τοῦτ' ἐστὶ τοῦ κόσμου τὸ πᾶν ὃ καλοῦμεν κάτω. Πέντε δὲ στοιχεῖα ταῦτα, ἐν πέντε χώραις σφαιρικῶς <ἔγκειμένα, περιεχομένης ἀεὶ τῆς ἐλάττονος τῇ μειζόνι> (λέγω δὲ γῆς μὲν ἐν ὕδατι, ὕδατος δὲ ἐν ἀέρι, ἀέρος δὲ ἐν πυρί, πυρὸς δὲ ἐν αἰθέρι) τὸν ὅλον κόσμον συνεστήσατο· καὶ τὸ μὲν ἄνω πᾶν θεῶν ἀπέδειξεν οἰκητήριον, τὸ κάτω δὲ ἐφημέρων ζώων. Αὐτοῦ γε μὴν 654 τούτου τὸ μὲν ὑγρόν ἐστιν, ὃ καλεῖν ποταμοὺς καὶ νόματα καὶ θαλάσσας εἴθισμεθα, τὸ δὲ ξηρόν, ὃ γῆν τε καὶ ἡπείρους καὶ νήσους ὀνομάζομεν.