Ancient Greek
2.299.2 to 2.299.3
Joannes Stobaeus Anthologus, Anthologium 2.299.2-3
Unproofread scanNot analysed yet
Τῶν δὲ νήσων αἱ μὲν εἰσι μεγάλαι, καθάπερ σύμπασα ἡ οἰκουμένη λέλεκται πολλαὶ τε ἕτεραι μεγάλοις περιφρεόμεναι πελάγεσιν, αἱ δὲ ἐλάττους, φανεραι δὲ ἡμῖν καὶ ἐντὸς οὖσαι. Καὶ τούτων αἱ μὲν ἀξιόλογοι, Σικελία τε καὶ Εὐβοία καὶ Κύπρος, Σαρδαὶ Κύρνος, Κρήτη τε [καὶ Πελοπόννησος] καὶ Λέσβος· αἱ δὲ ὑποδεέστεραι, ὧν αἱ μὲν Σποράδες Κυκλάδες, αἱ δὲ ἄλλως ὀνομάζονται. Πέλαγος δὲ τὸ μὲν ἔξω τῆς οἰκουμένης Ἀτλαντικόν τε καὶ Ὠκεανὸς καλεῖται, περιφρεὼν ἡμᾶς· ἐντὸς δὲ πρὸς δύσεις στενοπόρῳ διανεφῶς στόματι, ταῖς Ἡρακλείοις λεγομέναις στήλαις, τὸν εἴσρουν εἰς τὴν ἔσω θάλασσαν ὡς ἂν εἰς λιμένα ποιεῖται· κατὰ μικρὸν δὲ ἐπιπλατυνόμενος ἀναχεῖται, μεγάλους περιλαμβάνων κόλπους ἀλλήλοις συναφεῖς. Πρῶτον μὲν οὖν λέγεται ἐγκεκολπῶσθαι