Ancient Greek
2.301.1
Joannes Stobaeus Anthologus, Anthologium 2.301.1
Unproofread scanNot analysed yet
ζους, ὑπὲρ Κελτοὺς κεῖμεναι· τούτων δὲ ἐλάττους ἡ τε Ταπροβάνη πέραν Ἰνδῶν, λοξὴ πρὸς τὴν οἰκουμένην, καὶ ἡ Φοβέα [Εὐβοια] καλουμένη, κατὰ τὸν Ἀράβιον κειμένη κόλπον. Οὐκ ὀλίγαι τε ἄλλαι μικραὶ περὶ τὰς Βρετανικὰς 5 καὶ τὴν Ἰβηρίαν κύκλῳ περιεστεφανώνονται τὴν οἰκουμένην ταύτην, ἣν δὴ νῆσον εἴρηκαμεν. ἥς πλάτος μὲν κατὰ τὸ βαθυτάτον τῆς ἡπείρου βραχὺ ἀποδέον τετρακιμυρίων σταδίων φασίν οἱ εὖ γεωγραφήσαντες, μήκος δὲ περὶ ἑπτακιμυρίους μάλιστα. διαιρεῖται δὲ εἰς τε Εὐρώπην καὶ 10 Ἀσίαν καὶ Λιβύην.