Ancient Greek
2.301.2
Joannes Stobaeus Anthologus, Anthologium 2.301.2
Unproofread scanNot analysed yet
Εὐρώπη μὲν οὖν ἐστιν ἥς ὄρος κύκλῳ στήλαι τε Ἡρακλέους καὶ μυχοὶ Πόντον, θάλαττά τε [καὶ] Ὑρκανία, καθ' ἣν στενωτάτος ἰσθμὸς εἰς τὸν πόντον διήκει· τινὲς δὲ ἀντὶ τοῦ ἰσθμοῦ Τάναϊν ποταμὸν εἴρηκασιν. Ἀσία δ' 15 ἐστὶ τὸ ἀπὸ τοῦ εἰρημένου ἰσθμοῦ τοῦ τε Πόντου καὶ τῆς Ὑρκανίας θαλάττης μέχρι Θατέρου ἰσθμοῦ, ὃς μεταξὺ κείται τοῦ τε Ἀραβικοῦ κόλπου καὶ τῆς ἔσω θαλάττης, περιεσχημένος ὑπὸ τε ταύτης καὶ τοῦ πέριξ ὠκεανοῦ· τινὲς δὲ ἀπὸ Τανάιδος μέχρι Νείλου τίθενται ὅρον. Λι- 20 βύη δὲ τὸ ἀπὸ τοῦ Ἀραβικοῦ ἰσθμοῦ ἕως Ἡρακλείων στηλῶν· οἱ δὲ ἀπὸ τοῦ Νείλου φασίν ἕως ἐκείνων. Τὴν δὲ Αἴγυπτον ὑπὸ τῶν τοῦ Νείλου στομάτων περιχεομένην οἱ μὲν τῇ Ἀσίᾳ, οἱ δὲ τῇ Λιβύῃ προσάπτουσι· καὶ τὰς