Ancient Greek
2.313.4
Joannes Stobaeus Anthologus, Anthologium 2.313.4
Unproofread scanNot analysed yet
Τί οὖν ἂν τις πράττων, ὦ πάτερ, εἰ μηδὲν ἐστὶν ἀλήθες ἐνθάδε, καλῶς διαγῴγει τὸν βίον; <ΕΡΜ. >Εὐσεβεί, ὦ τέκνον. Ὁ δὲ εὐσεβῶν ἄκρως φιλοσοφήσει· χωρὶς γὰρ φιλοσοφίας ἄκρως εὐσεβῆσαι ἀδύνατον· ὁ δὲ μαθὼν οἷα ἐστὶ καὶ πῶς διατέτακται καὶ ὑπὸ τίνος καὶ ἕνεκεν τίνος, χάριν εἴσεται ὑπὲρ πάντων τῷ δημιουργῷ ὡς πατρὶ ἀγαθῷ καὶ τροφεῖ χρηστῷ καὶ ἐπιτρόπῳ πιστῷ· ὁ δὲ χάριν ὁμολογῶν εὐσεβήσει· ὁ δὲ εὐσεβῶν εἴσεται καὶ ποῦ ἐστὶν ἡ ἀλήθεια καὶ τίς ἐστιν ἐκείνη, καὶ μαθὼν ἐτι μᾶλλον εὐσεβέστερος ἔσται. Οὐδέποτε γὰρ, ὦ τέκνον, ψυχὴ ἐν σώματι οὖσα καὶ κουφίσασα ἑαυτὴν ἐπὶ τὴν κατάληψιν τοῦ ὄντως ἀγαθοῦ καὶ ἀληθοῦς ὀλισθήσει δύναται ἐπὶ τὸ ἐναντίον· δεινὸν γὰρ ἔρωτα ἴσχει καὶ λῆψιν πάντων τῶν κακῶν ψυχὴ μαθοῦσα ἑαυτῆς τὸν προπάτορα, καὶ οὐκέτι ἀποστήναι δύναται τοῦ ἀγαθοῦ.