Ancient Greek
2.313.6
Joannes Stobaeus Anthologus, Anthologium 2.313.6
Unproofread scanNot analysed yet
Τοῦτ’, ὦ τέκνον, τοῦτο εὐσεβείας ἔστω τέλος, ἔφ’ ὃ ἀφικνούμενος καὶ καλῶς βιώσῃ καὶ εὐδαιμόνως τεθνήξῃ τῆς ψυχῆς σου μὴ ἀγνοοῦσης ποῦ αὐτὴν δεῖ ἀναπεῖναι. Αὕτη γὰρ μόνη ἐστίν, ὦ τέκνον, ἡ πρὸς ἀλήθειαν ὁδός, ἣν καὶ οἱ ἡμέτεροι πρόγονοι ὥδευσαν καὶ ὁδεύσαντες ἐτυχον τοῦ ἀγαθοῦ. Σμικρὴ αὕτη ὁδὸς καὶ λεία, χαλεπὴ δὲ ψυχῇ ὁδεῦ-σαι ἐν σώματι οὖση. Πρῶτον μὲν γὰρ αὐτὴν ἑαυτῇ πολεμή-σαι δεῖ καὶ διάστασιν μεγάλην ποιῆσαι καὶ ὑπὸ τοῦ ἑνὸς μέρους πλεονεκτῆσθαι. Ἕνός γὰρ γίνεται πρὸς δύο ἡ σύστασις, τοῦ μὲν φεύγοντος, τῶν δὲ καθελκόντων κάτω, καὶ ἔρις καὶ μάχη πολλὴ πρὸς ἀλλήλα τούτων γίνεται τοῦ μὲν φυγεῖν βουλομένου, τῶν δὲ κατασχεῖν σπευδόν-των. Ἡ δὲ νίκη ἀμφοτέρων οὐχ ὁμοία· τὸ μὲν γὰρ πρὸς τὸ ἀγαθὸν σπεύδει, τὰ δὲ πρὸς τὰ κακὰ κατοικεῖ· καὶ τὸ μὲν ἐλευθερωθῆναι ποθεῖ, τὰ δὲ τὴν δουλείαν ἀγαπᾷ. Κἂν μὲν νικηθῇ τὰ δύο μέρη, μεμηνὼς ἑαυτῶν ἔρημα καὶ τοῦ ἄρχοντος· ἐὰν δὲ τὸ ἓν ἡττηθῇ, ὑπὸ τῶν δύο ἄγε-ται καὶ φέρεται τιμωρούμενον τῇ ἐνθάδε διαίτῃ. Οὗτός ἐστιν, ὦ τέκνον, ὁ τῆς ἐκεῖσε ὁδοῦ ἀγών· δεῖ γὰρ σε, ὦ τέκνον, πρῶτον τὸ σῶμα πρὸ τοῦ τέλους ἐγκαταλεῖψαι καὶ νικῆσαι τὸν ἐναγώνιον βίον καὶ νικήσαντα οὕτως ἀνελθεῖν.