Ancient Greek
2.326.4
Joannes Stobaeus Anthologus, Anthologium 2.326.4
Unproofread scanNot analysed yet
Αἱ μὲν ἐνέργειαι οὐ μόνον τὰ ἐμψυχα ἐνεργοῦσι σώματα, καὶ τὰ ἄψυχα, ξύλα καὶ [τοὺς] λίθους καὶ τὰ ἄλλ’ ὁμοίως, αὐξουσαὶ τε καὶ καρποφροῦσαι καὶ πεπαίνουσαι καὶ φθεῖρουσαι καὶ τήχουσαι καὶ σήπουσαι καὶ θρύπτουσαι καὶ τὰ ὅμοια ἐνεργοῦσαι, ὅσα δύναται σώματα ἄψυχα πάσχειν. Ἐνέργεια γὰρ κέκληται, ὦ τέκνον, 734 αὐτὸ τοῦτο, ὅ τί ποτὲ ἐστι τὸ γιγνόμενον· ἀεὶ δὲ γίγνεσθαι δεὶ καὶ πολλά, μᾶλλον δὲ πάντα· οὐδέποτε γὰρ χρεὺεὶ τῶν ὄντων τινὸς ὁ κόσμος, ἀεὶ δὲ φερόμενος ἐν ἑαυτῷ κυλίσκει τὰ ὄντα, οὐδέποτε ἀπολειφθησόμενα αὐτὰ τῆς