Ancient Greek
2.327.1
Joannes Stobaeus Anthologus, Anthologium 2.327.1
Unproofread scanNot analysed yet
φθορᾶς. Πᾶσα οὖν ἐνέργεια νοείσθω, ὡς ἀεὶ ἀθάνατος οὖσα, ἥτις ἂν ᾖ ἐν οἵῳδήποτε σώματι. Τῶν δὲ ἐνεργειῶν αἱ μὲν εἰσι τῶν θείων σωμάτων, αἱ δὲ τῶν φθαρτῶν, καὶ αἱ μὲν καθολικαί, αἱ δὲ εἰδικαί, καὶ αἱ μὲν τῶν γενῶν, αἱ δὲ τῶν μερῶν ἑνὸς ἑκάστου. Θείαι μὲν οὖν εἰσιν αἱ εἰς τὰ αἰδία σώματα ἐνεργοῦσαι· αὗται δὲ καὶ τέλειαι εἰσιν, ὡς εἰς τέλεια σώματα· μερικαὶ δὲ αἱ δι’ ἑνὸς ἑκάστου γένους τῶν ζῴων· εἰδικαὶ δὲ αἱ εἰς ἕκαστον τῶν ὄντων τί.