Ancient Greek
2.327.3
Joannes Stobaeus Anthologus, Anthologium 2.327.3
Unproofread scanNot analysed yet
Οὕτως οὖν ὁ λόγος, ὦ τέκνον, συνάγει πάντα μεστὰ εἶναι ἐνεργειῶν. Εἰ γὰρ ἀνάγκη τὰς ἐνεργείας ἐν σώμασιν εἶναι, πολλὰ δὲ σώματα ἐν κόσμῳ, πλείους φημὶ εἶναι τὰς ἐνεργείας τῶν σωμάτων. Ἕν ἐνὶ γὰρ πολλάκις σώματί ἐστι μία καὶ δευτέρα καὶ τρίτη χωρὶς τῶν παρεπομένων καθολικῶν· καθολικὰς γὰρ ἐνεργείας φημὶ τὰς ὄντως σωματικὰς, διὰ δὲ τῶν αἰσθήσεων καὶ τῶν κινήσεων γινομένων· χωρὶς γὰρ τούτων τῶν ἐνεργειῶν τὸ σῶμα συστῆναι οὐ δυνατόν. Ἑτεραι δὲ εἰσιν εἰδικαὶ ἐνέργειαι ταῖς ψυχαῖς τῶν ἀνθρώπων διὰ τεχνῶν καὶ ἐπιστημῶν καὶ ἐπιτηδεύ- [736] μάτων καὶ ἐνεργημάτων. Παρέπονται γὰρ ταῖς ἐνεργείαις αἱ αἰσθήσεις, μᾶλλον δὲ ἀποτελέσματα τῶν ἐνεργειῶν αἰσθήσεις εἰσί.