Ancient Greek
2.341.6
Joannes Stobaeus Anthologus, Anthologium 2.341.6
Unproofread scanNot analysed yet
Τοὺς μὲν χρηστοὺς καὶ πονηροὺς σφόδρα ὀλίγους εἶναι ἑκατέρους, τοὺς δὲ μεταξὺ πλείστους. 5 Πλάτωνος Νόμων ε (p. 747ᴰ,ᴱ). Καὶ γάρ, ὦ Μέγυλλέ τε καὶ Κλενία, μηδὲ τοῦθ’ ἡμᾶς λανθάνέτω περὶ τόπων, ὡς οὐχ εἰσὶ τινες ἄλλοι διαφέροντες ἄλλων τόπων πρὸς τὸ γεννᾶν ἀνδράπους ἀμείνους καὶ χείρους, οἷς οὐχ ἐναντία νομοθετητέον. Οἱ μὲν γέ που διὰ πνεύματα παντοῖα καὶ δι’ εἰλήσεις ἀλλόκοτοί τέ εἰσι καὶ ἐναίσιοι αὐτῶν, οἱ δὲ δι’ ὕδατα, οἱ δὲ δι’ αὐτὴν τὴν ἐκ τῆς γῆς τροφὴν ἀναδιδούσαν, οὐ μόνον τοῖς σώμασιν ἀμείνω καὶ χείρω, ταῖς ψυχαῖς δὲ οὐχ ἧττον δυναμένη πάντα τὰ τοιαῦτα ἐμποιεῖν.