Ancient Greek
2.341.9
Joannes Stobaeus Anthologus, Anthologium 2.341.9
Unproofread scanNot analysed yet
6 Ἐκ τῶν Ἀριστοτέλους Φυσιολογμονικῶν (p. 805ᵃ 1—18 Bekk.) . αὐταὶ καθ’ αὑτάς, ἀπαθεῖς μένουσαι τῶν τοῦ σώματος κινήσεων, τοῦτο δῆλον γίνεται ἐν ταῖς μέθαις καὶ ἀρρωστίαις· πολὺ γὰρ ἐξαλλάττονσαι φαίνονται αἱ διάνοιαι ὑπὸ τῶν τοῦ σώματος παθημάτων. Καὶ τοὐναντίον δὴ τοῖς τῆς ψυχῆς παθήμασι τὸ σῶμα συμπάσχον φανερὸν 5 ἐστὶ περὶ τε τοὺς ἔρωτας καὶ τοὺς φόβους καὶ τὰς λύπας καὶ τὰς ἡδονάς. Ἐπὶ δὲ ἐν τοῖς φύσει γιγνομένοις μᾶλλον ἂν τις συνίδοι, ὅτι οὕτως ἔχει πρὸς ἀλλήλα σῶμα τε καὶ ψυχὴ συμφυῆ, ὥστε τῶν πλειόνων ἀλλήλοις αἴτια γίγνεσθαι παθημάτων. Οὐδὲν γὰρ ποὺ ζῷον γεγέννηται 10 τοιούτον, ὃ τὸ μὲν εἶδος ἔσχηκέ τι ἕτερου ζῴου, τὴν δὲ διάνοιαν ἄλλου, ἀλλ’ ἀεὶ τοῦ αὐτοῦ τὸ τε σῶμα καὶ ἡ ψυχή, ὡς ἀναγκαῖον ἔπεσθαι τῷ τοιούδῃ σώματι τοιάνδε διάνοιαν. Ἐπὶ δὲ καὶ τῶν ἄλλων ζῴων οἱ περὶ ἕκαστον ἐπιστήμονες ἐκ τῆς ἰδέας δύνανται θεωρεῖν ἵππικοὶ τε 15 ἵππους καὶ κυνηγετικοὺς κύνας. Εἰ δὴ ταῦτά ἐστιν ἀληθῆ, ἀληθὴς ἂν εἴη ἡ φυσιογνωμονία.