Ancient Greek
2.344.4
Joannes Stobaeus Anthologus, Anthologium 2.344.4
Unproofread scanNot analysed yet
Πολλάκις γὰρ ἐξίσταται ὁ νοῦς τῆς ψυχῆς, καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ οὔτε βλέπει ἡ ψυχὴ οὔτε ἀκούει, ἀλλ’ ἀλόγῳ ζῷῳ ἔοικε. Τηλικαύτῃ δυνάμει ἐστι τοῦ νοῦ, ἀλλ’ οὐδὲ νωθρὰς ψυχῆς ἀνέχεται, ἀλλὰ καταλείπει τὴν [ἐν] τῷ σώματι προσχειμένην καὶ ὑπ’ αὐτοῦ ἀγχομένην κάτω· ἡ τοιαύτη δὲ ψυχή, ὦ τέκνον, νοῦν οὐκ ἔχει. Ὥστε οὐδ’ ἄνθρωπον ἡγεῖσθαι δεῖ τὸν τοιοῦτον· ὁ γὰρ ἄνθρωπος θεῖον ζῷον ἐστι καὶ οὐδὲ τοῖς ἄλλοις ζῴοις συγκεινόμενον τῶν ἐπιγείων τισίν, ἀλλὰ τοῖς ἄνω ἐν οὐρανῷ λε-