Ancient Greek
2.345.1
Joannes Stobaeus Anthologus, Anthologium 2.345.1
Unproofread scanNot analysed yet
S. S. 9 ΕΚΛΟΓΑΙ ΑΠΟΦΘΕΓΜΑΤΑ ΥΠΟΘΗΚΑΙ γομένοις θεοῖς. Μᾶλλον δὲ εἰ χρὴ τολμήσαντας εἰπεῖν τὸ ἀληθές, ὑπὲρ ἐκείνους ἐστὶν ὁ ὄντως ἄνθρωπος, ἢ πάντως ἰσοδυναμοῦσιν ἀλλήλοις. Οὐδεὶς μὲν γὰρ τῶν οὐρανίων ἐπὶ γῆς κατελεύσεται, οὐρανοῦ τὸν ὅρον καταλιπών· ὁ δὲ ἄνθρωπος καὶ εἰς τὸν οὐρανὸν ἀναβαίνει καὶ μετρεῖ αὐτὸν καὶ τὸ πάντων μεῖζον οὐδὲ τὴν γῆν καταλιπὼν ἄνω γίνεται· τοσοῦτον τὸ μέγεθός ἐστιν αὐτοῦ τῆς ἐκτάσεως. Διὸ τολμητέον εἰπεῖν, τὸν μὲν ἄνθρωπον ἐπίγειον εἶναι θνητὸν θεόν, τὸν δὲ οὐράνιον θεὸν ἀθάνατον ἄνθρωπον. Διόπερ διὰ τούτων τὰ πάντα τῶν δύο, κόσμου καὶ ἀνθρώπου, ὑπὸ δὲ τοῦ ἑνὸς πάντα.