Ancient Greek
2.345.4
Joannes Stobaeus Anthologus, Anthologium 2.345.4
Unproofread scanNot analysed yet
Ὁ μὲν ἄνθρωπος τὸ δεύτερον ζῶν μετὰ τὸν κόσμον, πρῶτον δὲ τῶν θνητῶν. —Ψυχὴ δὲ ἀνθρώπου ὀχεῖται τὸν τρόπον τοῦτον· ὁ νοῦς ἐν τῷ λόγῳ, ὁ λόγος ἐν τῇ ψυχῇ, ἡ [δὲ] ψυχὴ ἐν τῷ πνεύματι, τὸ πνεῦμα <ἐν τῷ σώματι. Τὸ δὲ πνεῦμα> διήκον διὰ φλεβῶν καὶ ἀρτηριῶν καὶ αἵματος κινεῖ τὸ ζῶν καὶ ὡςπερ τρόπον τινὰ βαστάζει. Διὸ καὶ τινες τὴν ψυχὴν αἷμα νομίζουσιν εἶναι,