Ancient Greek
2.346.2
Joannes Stobaeus Anthologus, Anthologium 2.346.2
Unproofread scanNot analysed yet
10 Πλάτωνος Πολιτείας δ' (p. 435E—436A). Ἄρ' οὖν ἡμῖν, ἣν δ' ἐγώ, πολλὴ ἀνάγκη ὁμολογεῖν ὅτι γε τὰ αὐτὰ ἐν ἑκάστῳ ἔνεστιν ἡμῶν εἴδη τε καὶ ἥθη ἅπερ ἐν τῇ πόλει; οὐ γὰρ πού ἄλλοθεν ἐκεῖσε ἀφίκεται. Γελοῖον γὰρ ἂν εἴη, εἴ τις οἴηθείη τὸ θυμοειδὲς μὴ ἐκ τῶν ἰδιωτῶν ἐν ταῖς πόλεσιν ἐκγεγονέναι, οἱ δὴ καὶ ἔχουσι ταύτην τὴν αἰτίαν, οἷον οἱ κατὰ τὴν Θρᾴκην τε καὶ Σκυθικὴν καὶ σχεδὸν τι κατὰ τὸν ἄνω τόπον· ἢ τὸ φιλομαθές, ὁ δὴ τὸν παρ' ἡμῖν μάλιστα' ἂν τις αἰτιάσαιτο τόπον· ἢ τὸ φιλοχρήματον, ὁ περὶ τοὺς τε Φοίνικας εἶναι καὶ τοὺς κατ' Αἴγυπτον φαίη τις ἂν οὐχ ἥκιστα.