Ancient Greek
2.346.4
Joannes Stobaeus Anthologus, Anthologium 2.346.4
Unproofread scanNot analysed yet
11 Πλάτωνος Πολιτείας δ' (V p. 455B. C). Ἦν δή, φήσομεν πρὸς αὐτόν, ἀποκρίνου. Ἄρα οὖτως ἔλεγες, τὸν μὲν εὐφυῆ πρὸς τι εἶναι, τὸν δ' ἀφυῆ, ἐν ᾧ ὁ μὲν ῥαδίως τι μανθάνοι, ὁ δὲ χαλεπῶς; καὶ ὁ μὲν ἀπὸ βραχείας μαθήσεως ἐπὶ πολὺ εὐρετικὸς εἴη οὐ ἔμαθεν, ὁ δὲ πολλῆς μαθήσεως τυχὼν καὶ μελέτης μηδὲ ἂ ἔμαθε σῴζοιτο; καὶ τῷ μὲν τὰ τοῦ σώματος ἱκανῶς ὑπηρετοῖη τῇ διανοίᾳ, τῷ δ' ἐναντιοῖτο; Ἄρ' ἀλλ' ἆττα ἐστὶν ἢ ταῦτα, οἷς τὸν εὐφυῆ πρὸς ἕκαστα καὶ τὸν μὴ ὁρίζου; —Οὐδεῖς, ἢ δ' ὅς, ἀλλὰ φήσει.