Ancient Greek
2.347.1
Joannes Stobaeus Anthologus, Anthologium 2.347.1
Unproofread scanNot analysed yet
12 Πλάτωνος ἐκ τοῦ Τιμαίου (p. 64A-D). Μέγιστον δὲ καὶ λοιπὸν τῶν κοινῶν περὶ ὅλον τὸ σῶμα παθημάτων, τὸ τῶν ἡδέων καὶ τὸ τῶν ἀλγεινῶν αἴτιον, ἐν οἷς διεληλύθαμεν, καὶ ὅσα διὰ τῶν τοῦ σώματος μορίων αἰσθήσεις κεκτημένα καὶ λύπας ἐν αὐτοῖς ἡδονὰς τε ἐπομένας ἔχει. Ὅθ’ οὖν κατὰ παντὸς αἰσθητοῦ καὶ ἀναίσθητου παθήματος αἰτίας λαμβάνωμεν, ἀναμιμνησκόμενοι τὸ τῆς εὐκινητοῦ τε καὶ δυσκινητοῦ φύσεως ὅ τι διειλόμεθα ἐν τοῖς πρόσθεν· ταύτῃ γὰρ μεταδιωκτέον πάντα ὅσα ἐπινοοῦμεν εἶναι. Τὸ μὲν γὰρ κατὰ φύσιν εὐκινητόν, ὅταν καὶ βραχὺ πάθος εἰς αὐτὸ ἐμπίπτῃ, διαδιδῶσι κύκλῳ μόρια ἕτερα ἑτέροις, ταὐτὸν ἀπεργαζόμενα, μέχρι περ ἂν ἐπὶ τὸ φρόνιμον ἐλθόντα ἐξαγγελίῃ τοῦ ποιήσαντος τὴν δύναμιν. Τὸ δ’ ἐναντίον, ἑδραῖον ,κατ’ οὐδένα τε κύκλον ἰόν, πάσχει μόνον, ἄλλο δ’ οὐ κινεῖ τῶν πλησίων· ὥστε οὐ διαδιδόντων μορίων μορίοις ἄλλων ἄλλοις τὸ πρῶτον πάθος ἐν αὐτοῖς ἀκίνητον εἰς τὸ πᾶν ζῷον γενόμενον ἀναίσθητον παρέσχε τὸ παθόν. Ταῦτα δὲ περὶ τε ὀδὼς καὶ τρίχας ἐστὶ καὶ ὅσα ἄλλα γίγνε τὸ πλεῖστον ἔχομεν ἐν ἡμῖν μόρια· τὰ δ’ ἐμπρόσθεν περὶ τὰ τῆς ὄψεως καὶ ἀκοῆς μάλιστα διὰ τὸ πυρὸς ἀέρος τε ἐν αὐτοῖς δύναμιν ἐνεῖναι μεγίστην. Τὸ δὲ τῆς ἡδονῆς καὶ λύπης ὡδε διανοεῖσθαι δεῖ. Τὸ μὲν παρὰ φύσιν καὶ βίαιον γιγνόμενον ἀθρόον παρ’ ἡμῖν πάθος ἀλγεινόν· τὸ δ’ εἰς φύσιν ἀπιὸν πάλιν ἀθρόον ἡδυ· τὸ δὲ ἡρέμα καὶ κατὰ σμικρὸν ἀναίσθητον· τὸ δ’ ἐναντίον τούτοις ἐναντίως. Τὸ δὲ μετ’ εὐπετείας γιγνόμενον ἅπαν αἰσθητὸν μὲν ὅτι μάλιστα, ἡδονῆς καὶ λύπης οὐ μετἔχον·