Ancient Greek
2.372.1 to 2.372.2
Joannes Stobaeus Anthologus, Anthologium 2.372.1-2
Unproofread scanNot analysed yet
ἀπαλλαττομένη τοῦ σώματος εὐθὺς διαπεφύσηται καὶ ἀπόλωλεν, ὡς φασιν οἱ πολλοὶ ἄνθρωποι· Πολλοῦ γε δεῖ, ὦ φίλε Κέβης καὶ Σιμμία. 10 Πλάτωνος ἐκ τοῦ Κρατύλου (p. 399b). Οἶμαι τοιούτον τι νοεῖν τοὺς τὴν ψυχὴν ὀνομάσοντας, ὡς τοῦτο ἄρα, ὅταν παρῇ τῷ σώματι, αἴτιόν ἐστι τοῦ ζῆν αὐτῷ, τὴν τοῦ ἀναπνεῖν δύναμιν παρέχον καὶ ἀναψύχον, ἅμα δὲ ἐκλείποντος τοῦ ἀναψύχοντος τὸ σῶμα ἀπόλλυται καὶ τελευτᾷ· ὅθεν δή μοι δοκοῦσιν ψυχὴν αὐτὸ καλέσαι.