Ancient Greek
2.372.4
Joannes Stobaeus Anthologus, Anthologium 2.372.4
Unproofread scanNot analysed yet
11 Πλάτωνος ἐκ τοῦ Φαίδρου (p. 245c—246a). Ψυχὴ πᾶσα ἀθάνατος. Τὸ γὰρ ἀεικίνητον ἀθάνατον· τὸ δ’ ἄλλο κινοῦν καὶ ὑπὸ ἄλλου κινούμενον παῦλαν ἔχον ζωῆς παῦλαν ἔχει κινήσεως. Μόνον δὴ τὸ αὐτὸ κινοῦν, ἅτε οὐκ ἀπολείπον ἑαυτό, οὐποτε λήγει κινούμενον, ἀλλὰ καὶ τοῖς ἄλλοις ὅσα κινεῖται, τοῦτο γὰρ πηγὴ καὶ ἀρχὴ κινήσεως. Ἀρχὴ δὲ ἀγέννητον· ἐξ ἀρχῆς γὰρ ἀνάγκη πᾶν τὸ γιγνόμενον γίγνεσθαι, αὐτὴν δὲ μηδ’ ἐξ ἑνός. Εἰ γὰρ ἐκ τινὸς ἀρχῆς γίγνοιτο, οὐκ ἂν ἐξ ἀρχῆς γίγνοιτο. Ἐπεὶ δὲ ἀγέννητόν ἐστι, καὶ ἄφθαρτον αὐτὸ εἶναι ἀνάγκη. Ἀρχῆς γὰρ δὴ ἀπολομένης οὔτε αὐτὴ ποτὲ ἐκ τινὸς οὔτε ἄλλο ἐξ ἐκείνης γενήσεται, εἴπερ ἐξ ἀρχῆς δεῖ τὰ πάντα γίγνεσθαι. Οὕτω δὴ κινήσεως μὲν ἀρχὴ τὸ αὐτὸ αὐτὸ κινοῦν· τοῦτο δ’ οὖν οὐτ’ ἀπόλλυσθαι οὔτε γίγνεσθαι δυνατόν, ἢ πάντα τε οὐρανὸν πᾶσαν τε γένεσιν συμπεσοῦσαν στήναι καὶ μηποτε αὖθις ἔχειν ὅθεν κινηθέντα γενήσεται. Ἀθανάτου δὲ πεφρασμένου τοῦ ὑφ’ ἑαυτοῦ κινουμένου, ψυχῆς οὐσίαν τε καὶ λόγον τοῦτον αὐτὸν τις λέγων οὐχ