Ancient Greek
2.391.2
Joannes Stobaeus Anthologus, Anthologium 2.391.2
Unproofread scanNot analysed yet
Ἥττεον δὲ ὡς δύναμις μέρους διήγενεν, ὅτι τὸ μὲν μέρος ἐκβέβηκε κατὰ γένος τὸν χαρακτῆρα τοῦ ἄλλου μέρους, αἱ δὲ δυνάμεις περὶ τὸ αὐτὸ στρέφονται γένος. Διὸ τὰ μὲν μέρη παρητέιτο Ἀριστοτέλης ἐπὶ τῆς ψυχῆς, τὰς δὲ δυνάμεις οὐκέτι· τὸ γὰρ ἑτερομερὲς εὐθὺς ὑποκειμένου παραλλαγὴν εἰσάγειν, τὸ δὲ ἑτεροδύναμον καὶ περὶ ἕν ὑποκείμενον ἐνίστασθαι. Λογγῖνος δὲ οὐδὲ τὸ ζῷον πολυμερὲς εἶναι ἀλλ’ ἄμερὲς, πολυδύναμον δέ, τὸ τοῦ Πλάτωνος ἐν τοῖς σώμασι πολυμερῆ φάσκων τὴν ψυχὴν γίγνεσθαι, καθ’ ἑαυτὴν οὖσαν ἄμερῆ. ὅτι δὲ οὐ πολυμερὴς, οὐ διὰ τοῦτο καὶ μονοδύναμος· ἐνδέχεσθαι γὰρ ἐν ἄμερὲς δυνάμεις πλείους ἔχειν.