Ancient Greek
2.391.3 to 2.392.1
Joannes Stobaeus Anthologus, Anthologium 2.391.3-2.392.1
Unproofread scanNot analysed yet
Διακριτέον οὖν τάχα ἐκ τοῦ πολλοῦ ταράχου θέντας ὅρον γνώσεως μερικῆς διαφορᾶς καὶ ἀδιαφορίας καὶ πάλιν δυνάμεων πρὸς μέρη καὶ πρὸς ἀλλήλας, εἴτ’ ἀνωτέρω οὐσιῶν εἰ καὶ πλείους ἐν ἑνὶ εἰεν. Ὡς ἐκ τούτου γὰρ γνώριμον ἔσται, εἰ καὶ ἡ ψυχὴ ἐν ζῷῳ οὖσα πολυμερὴς ἢ μόνον πολυδύναμος, καὶ πότερον συγχωρητέον τοῖς μίαν μὲν ψυχὴν εἰς τὸν ἄνθρωπον κατακλείουσι πολυμερῆ δὲ ταύτην, ἥ καθ’ αὐτὴν ἢ καὶ ἐν τούτῳ λέγουσι γίγνεσθαι· ἢ πλειόνων ψυχῶν ἢ σύνodos καὶ ἔχει δ’ ἄνθρωπος μάλιστα χωρὶ συνάδοντι καὶ κατὰ τοῦτο ἔχοντι τὸ ἐν κατὰ τὴν τῶν συμπληρούντων τὸ ὅλον συμφωνίαν, ἢ ἑνὸς ἢν κατ’ οὐσίαν τὸ διάφορον πλήθος.