Ancient Greek
2.392.2
Joannes Stobaeus Anthologus, Anthologium 2.392.2
Unproofread scanNot analysed yet
Ῥητέον οὖν, ὡς δύναμις καὶ μέρος καὶ κατασκευὴ ἐπὶ τῆς ψυχῆς ταύτης διενήνοχε· μέρος μὲν γάρ ἐστιν ὁ καὶ τῇ ὑποκειμένῃ καὶ τῷ εἴδει καὶ ταῖς ἐνεργείαις ἄλλου μέρους διαφέρει· κατασκευὴ δὴ πρὸς ὁ πέφυκε τῶν μερῶν οἰκεία ἐπιτηδειότης· δύναμις δὲ τῆς κατασκευῆς ἕξις ἀφ’ ἧς ἐνεργεῖν δύναται, καθ’ ὁ κατεσκευίασται ἕκαστον. Ἐνιοὶ δὲ τὴν αὐτὴν ἔφασαν εἶναι κατασκευὴν τε καὶ δύναμιν. Διαφέρει δὲ μέρος δύναμιν· <αὶ μὲν γὰρ δυνάμεις> ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου ὅλου πλείους θεωροῦνται, οὐχ ἐν ἄλλῳ καὶ [ἐν] ἄλλῳ περατούμεναι τῷ ποσῷ τῆς ὑποκειμένης οὐσίας, τὰ δὲ μέρη ἀπολαμβάνει ἑαυτοῖς ποσόν τι τῆς οὐσίας καὶ περιγράφει ἄλλοῖον τι μόριον αὐτῆς. Αὐτίκα τοῦ μήλου αἱ μὲν δυνάμεις πᾶσαι ἐν ἑνί, τὰ δὲ μέρη ἄλλα ἄλληγοῦ <[842] κεχωρίσται· ἐφάπτεται γὰρ ἢ μὲν τοῦ μέρους ἔννοια ποσοῦ, ὡς πρὸς τὴν τοῦ ὅλου κατασκευὴν ὀλιγωτέραν ποσότητα ἀπολαμβάνον· ἢ δὲ τῆς δυνάμεως τοῦ ὅλου τὴν ἐπίνοιαν ἀπεῖληφε. Διόπερ ἄμερεῖς μὲν αἱ δυνάμεις καὶ δι’ ὅλον κεχωρηκίαι, τὰ δὲ μέρη ἡλλοῖωται, μερικοῦ ἔχοντα ἀντὶ τοῦ ὅλου ποσότητα.