Ancient Greek
2.405.3
Joannes Stobaeus Anthologus, Anthologium 2.405.3
Unproofread scanNot analysed yet
Ἄλλὰ μὴν ἡ γε πρὸς ταύτην ἀνθισταμένη δόξα χωρίζει μὲν τὴν ψυχὴν, ὡς ἀπὸ νοῦ γενομένην δευτέραν καθ’ ἑτέραν ὑπόστασιν, τὸ δὲ μετὰ νοῦ αὐτῆς ἐξηγεῖται ὡς ἐξηρησμένον ἀπὸ τοῦ νοῦ, μετὰ τοῦ καθ’ ἰδίαν ὑφεστηκέναι αὐτοτελῶς, χωρίζει δὲ αὐτὴν καὶ ἀπὸ τῶν χρείττονων γενῶν ὅλων, ἴδιον δὲ αὐτῇ τῆς οὐσίας ὄρον ἀπονέμει ἤτοι τὸ μέσον τῶν μεριστῶν καὶ ἀμεριστῶν