Ancient Greek
2.406.1
Joannes Stobaeus Anthologus, Anthologium 2.406.1
Unproofread scanNot analysed yet
τῶν τε σωματικῶν καὶ ἀσωμάτων γενῶν, ἢ τὸ πλήρωμα τῶν καθόλου λόγων, ἢ τὴν μετὰ τὰς ἰδέας ὑπηρεσίαν τῆς δημιουργίας, ἢ ζωὴν παρ’ ἑαυτῆς ἔχουσαν τὸ ζῆν τὴν ἀπὸ τοῦ νοητοῦ προελθοῦσαν, ἢ τὴν αὐ τῶν γενῶν ὅλον τοῦ ὄντως ὄντος πρόοδον εἰς ὑποδεεστέραν οὐσίαν. Περὶ δὲ ταύτας τὰς δόξας ὁ τε Πλάτων αὐτὸς καὶ ὁ Πυ-θαγόρας, ὁ τε Ἀριστοτέλης καὶ ἀρχαῖοι πάντες, ὧν ὀνόματα μέγαρα ἐπὶ σοφίᾳ ὑμνεῖται, τελῶς ἐπι-στρέφονται, εἰ τις αὐτῶν τὰς δόξας ἀνιχνεύοι μετ’ ἐπι-στάσεως· ἡμεῖς τε περὶ αὐτὰς τὴν μετ’ ἀληθείας πραγμα-τείαν πᾶσαν πειρασόμεθα ἐνετίσασθαι.