Ancient Greek
2.407.2
Joannes Stobaeus Anthologus, Anthologium 2.407.2
Unproofread scanNot analysed yet
33 (29 H.) Ἐν ταύτῃ· περὶ δυνάμεων ψυχῆς. Πλάτων μὲν οὖν οὐχ ὡς ἑτέρας τὰς δυνάμεις ἐν ἑτέρᾳ τῇ ψυχῇ εἶναι ἡγεῖται, συμφύτους δ’ αὐτὰς καὶ κατὰ μίαν ἰδέαν συνυφαστημένα λέγει διὰ τὴν ἀσύνθετον οὐσίαν τῆς ψυχῆς. Ἀριστοτέλης δὲ ἀσώτως ἀπλῆν οὐσίαν, ἀσώματον, εἴδους τελειουργὸν τὴν τῆς ψυχῆς ὑποθέμενος, οὐ ποιεῖ τὰς δυνάμεις ὡς ἐν συνθέτῳ τινὶ τῇ ψυχῇ παρούσας. Ἄλλὰ μὴν οἶγε ἀπὸ Χρυσίππου καὶ Ζήνωνος φιλόσοφοι καὶ πάντες ὅσοι σῶμα τὴν ψυχὴν νοοῦσι τὰς μὲν δυνάμεις ὡς ἐν τῇ ὑποκειμένῳ ποιότητι συμβιβάζουσι, τὴν δὲ ψυχὴν ὡς οὐσίαν προυποκειμένην ταῖς δυνάμεσι τιθέασιν, ἐκ δ’ ἀμφοτέρων τούτων σύνθετον φῦσιν ἐξ ἀνομοίων συνάγουσιν. Ταύτη