Ancient Greek
2.406.3
Joannes Stobaeus Anthologus, Anthologium 2.406.3
Unproofread scanNot analysed yet
Τινὲς μὲν τῶν Ἀριστοτελικῶν αἰθέριον σῶμα τὴν ψυχὴν τίθενται· ἕτεροι δὲ τελειότητα αὐτὴν ἀφορί- ζονται κατ’ οὐσίαν τοῦ θείου σώματος, ἣν ἐντελέχειαν καλεῖ Ἀριστοτέλης, ὥσπερ δὴ ἐν ἐνίοις Θεόφραστος, ἢ τὸ ἀπογεννώμενον ἀπὸ τῶν θειοτέρων γενῶν ὅλων, ὥσπερ ἂν τις νεωτερίσειεν ἐν ταῖς ἐπινοίαις· ἢ τὸ συγκεκραμένον τοῖς σώμασιν, ὥσπερ οἱ Στωικοὶ λέγουσιν· ἢ τὸ τῇ φύσει συμμεμιγμένον ἢ τὸ τοῦ σώματος ὡς ὥσπερ τὸ ἐψυχῶσθαι, αὕτη δὴ μὴ παρὸν τῇ ψυχῇ ὥσπερ ὑπάρχειν, οἷα δὴ λέγεται περὶ ψυχῆς παρὰ Λικιαάρχῳ τῷ Μεσσηνίῳ.