Ancient Greek
2.409.2
Joannes Stobaeus Anthologus, Anthologium 2.409.2
Unproofread scanNot analysed yet
34 (30 H.) Ἐν ταύτῃ· περὶ πλήθους δυνάμεων. [878] Οἱ ἀπὸ Ζήνωνος ὀκταμερῆ τὴν ψυχὴν διαδοξάζουσι, περὶ τὰς δυνάμεις εἶναι πλείονας, ὥσπερ ἐν τῷ ἡγεμονικῷ ἐνυπαρχουσῶν φαντασίας, συγκαταθέσεως, ὀρμῆς, λόγου. Οἱ δὲ περὶ Πλάτωνα καὶ Ἀρχύταν καὶ οἱ λοιποὶ Πυθαγόρειοι τὴν ψυχὴν τριμερῆ ἀποφαίνονται, διαιροῦντες εἰς λογισμὸν καὶ θυμὸν καὶ ἐπιθυμίαν· ταῦτα γὰρ εἶναι χρήσιμα πρὸς τὴν τῶν ἀρετῶν σύστασιν. Δυνάμεις δὲ τῆς ψυχῆς ἀναλογίζονται φύσιν καὶ φαντασίαν καὶ αἴσθησιν καὶ δόξαν καὶ κινητικὴν σωμάτων διάνοιαν καὶ ὀρέξιν καλῶν κάγαθῶν καὶ νοήσεις. Ἀριστοτέλης (de anim. II 3 p. 414ᵃ 31 et p. 432ᵃ 29) δὲ εἰς πέντε αὐτὰς διαιρεῖ, φύσιν, αἴσθησιν, κίνησιν κατὰ τόπον, ὀρέξιν, διανόησιν.