Ancient Greek
2.409.4 to 2.410.1
Joannes Stobaeus Anthologus, Anthologium 2.409.4-2.410.1
Unproofread scanNot analysed yet
35 (31 H.) Ἐν ταύτῃ· περὶ τῶν κατ’ οὐσίαν τῆς [880] ψυχῆς καὶ τῶν προστιθεμένων αὐτῇ δυνάμεων. Πλωτῖνος (ennead. IV 3, 18) αὐτῆς ἀφαιρεῖ τὰς ἀλόγους δυνάμεις, τὰς αἰσθήσεις, τὰς φαντασίας, τὰς μνήμας, τοὺς λογισμούς· μόνον δὲ τὸν καθαρὸν λογισμὸν εἰς τὴν καθαρὰν οὐσίαν αὐτῆς ἀνατείνει, ὡς ἔχοντα συμφυῆ δύναμιν πρὸς αὐτὴν τὴν τῆς οὐσίας ἰδέαν. Οἱ δὲ περὶ Ἀμμόχριτον Πλατωνικοὶ πάντα ταῦτα τὰ εἴδη τῶν δυνάμεων εἰς τὴν οὐσίαν αὐτῆς συνάγουσιν. Ὁ δὲ Πλάτων καὶ αὐτὰς ἐαυτῶν ποιεῖ καὶ τῶν ζώων, καθ’ ἑκάτεραν ζωὴν διοριζόμενος ἑκάτερον.