Ancient Greek
2.410.3
Joannes Stobaeus Anthologus, Anthologium 2.410.3
Unproofread scanNot analysed yet
36 (32 H.) Ἐν ταύτῳ περὶ τῶν ἐνεργειῶν τῆς ψυχῆς. Τίς οὖν ἀνήκοός ἐστι τῆς Περιπατητικῆς δόξης, ἡ τὴν ψυχὴν ἀκίνητον μὲν εἶναι φησιν, αἰτίαν δὲ κινήσεων; Εἰ δὴ καὶ ἀνενέργητόν ἐστι τὸ ἀκίνητον, ἔσται καὶ χορηγὸν τῶν ἐνεργειῶν τὸ τῆς ψυχῆς ἀνενέργητον. Εἰ δ’, ὡς ἔνιοι λέγουσι, τέλος καὶ συνοχὴ καὶ ἕνωσις καὶ μόνημος αἰτία τῶν κινήσεων ἐστιν ἡ ἐνέργεια καὶ ταύτην ἐν ἑαυτῇ συνέλιψεν ἢ κατ’ Ἀριστοτέλην ἀκίνητος ἐντελέχεια τῆς ψυχῆς, ἔσται ἀπὸ τῆς τελειοτάτης ἐνεργείας προιοῦσα [ἀπὸ τῆς ψυχῆς] ἢ ἐν τοῖς καθ’ ἕκαστα τῶν ζώων ἔργοις ἀπεργασία. Αὕτη τοίνυν κατὰ γε Πλάτωνα πολλοῦ δεῖ ἢ αὕτη εἶναι τῇ συμφύτῳ τῆς ψυχῆς οὐσία καὶ ζωῇ. Λίλον γὰρ ὅτι δίδεται μὲν εἰς τὸ κοινόν, ἀλλ’ ἐπεὶ μεταβολὴ καὶ διαίρεσις καὶ παράτασις περὶ τὸ σῶμα καὶ κατὰ χρό-