Ancient Greek
2.410.2
Joannes Stobaeus Anthologus, Anthologium 2.410.2
Unproofread scanNot analysed yet
Οἱ δὲ περὶ Πορφύριον (supra ecl. 23) καὶ Πλωτίνον ἑκάστῳ μέρει τοῦ παντὸς τὰς οἰκείας δυνάμεις προβάλλεσθαι ὑπὸ τῆς ψυχῆς ἀποφαίνονται, καὶ ἀφιἐσθαι μὲν καὶ μηκέτι εἶναι τὰς ζωὰς τὰς ὁπωσοῦν προβληθείσας [οἱ περὶ Πορφύριον καὶ Πλωτίνον Πλατωνικοὶ] ἀφορίζονται παραπλησίως τοῖς ἀπὸ τοῦ σπέρματος φυομένοις, ὅπόταν εἰς ἑαυτὸ ἀναδράμῃ τὸ σπέρμα· εἶναι δὲ καὶ ταύτας ἐν τῷ παντὶ καὶ μὴ ἀπόλλυσθαι τάχα ἂν τις ἐπινοήσειε καινότερον, οὐκ ἀπιθάνως.