Ancient Greek
2.412.8
Joannes Stobaeus Anthologus, Anthologium 2.412.8
Unproofread scanNot analysed yet
αἱ αὐταὶ ἀρεταὶ τῶν τε μεριστῶν καὶ τῶν ὅλων· καὶ ποὺ Πλωτῖνος καὶ Ἀμέλιος ἐπὶ ταύτης εἰσὶ τῆς δόξης δευτέρας καὶ τρίτας οὐσιῶν τῆς ψυχῆς διισχυριζόμενοι προχωρεῖν εἰς τὸ πρῶσω, οἷους ἂν τις θεῖη τοὺς καινῶς μὲν ἀπταίστως δὲ ἀντιλαμβανομένους τῶν λόγων, τὰ μὲν τῶν ὅλων ψυχῶν καὶ θείων καὶ ἀύλων ἐνεργήματα ἐροῦσιν οὕτοι πάντως δίπου καὶ εἰς οὐσίαν ἀποτελευτᾶν· τὰ δὲ τῶν μεριστῶν κρατουμένων ἐν ἐνὶ εἴδει καὶ διαιρουμένων περὶ τοῖς σώμασιν οὐδαμῶς συγχωρήσουσιν εὔθὺς εἶναι ταύθ’ ἄπερ ἐνεργοῦσι.