Ancient Greek
2.413.2
Joannes Stobaeus Anthologus, Anthologium 2.413.2
Unproofread scanNot analysed yet
Κατὰ δὴ τὴν αὐτὴν μέθοδον προΐτω καὶ ἡ συγγενὴς πρὸς ταύτην διαίρεσις. Λέγω δὲ προσπεφυκέναι μὲν ταῖς δυνάμεσι τὰ ἔργα ἐκείνων τῶν ψυχῶν τῶν αὐτοτελῶν καὶ μονοειδῶν καὶ χωριστῶν ἀπὸ τῆς ὕλης, ὡς ἂν φαίη ἡ νεωστὶ παρενευθεῖσα ἢδε αἵρεσις, ἐοικέναι δὲ ταῖς τῶν καρπῶν ἀπογεννήσεσιν ἐπὶ τῶν ἀτελεστέρων καὶ περὶ γῆν ἀπομεριζομένων. Ἐπὶ δὲ τούτοις δεῖ νοεῖν ὡς οἱ μὲν Στωικοὶ πάσας τῆς ὁποιασοῦν ψυχῆς τὰς ἐνεργείας συμμιγνύουσι τοῖς διοικούμενοις καὶ ἀψύχοις, οἱ δ’ ἀπὸ Πλάτωνος οὐ πάσας. Εἶναι μὲν γὰρ τινὰς δυνάμεις τῆς ψυχῆς αἱ τοῦ σώματος ὡς ὕλης ἐφάπτονται, ὡς τὴν αἰσθητικὴν καὶ ὀρμητικὴν, καθαρωτέρας δὲ τούτων τὰς μηδὲν σώματι προσχωρούμενας, ὡς τὴν νοεράν. Τὰ μὲν οὖν τῶν σωματοειδῶν δυνάμεων ἔργα κατ’ οὐσίαν μὲν Πλάτων οὐ συνάπτει τοῖς σώμασιν, κατ’ ἐπιστροφὴν δὲ κοινωνεῖν φησί, τὰ δὲ τῶν χωριστῶν ἀπολύει πάντη τοῦ κατατείνεσθαι εἰς τὰ σώματα. Ἡδη τοίνυν καὶ τὰ μὲν τῶν ὅλων καὶ θειοτέρων ἔργα ἄμιχτα εἶναι διὰ τὴν καθαρότητα αὐτῶν τῆς οὐσίας, τὰ δὲ τῶν ἐνύλων καὶ μεριστῶν μηκέθ’ ὡσαύτως εἶναι ἄχραντα· καὶ τὰ μὲν τῶν ἀνιουσῶν καὶ ἀπολουμένων τῆς γενέσεως ἀφέσεθαι τὸ λοιπὸν τῶν σωμάτων, τὰ δὲ τῶν κατιουσῶν συμπλέχεσθαι