Ancient Greek
2.414.1
Joannes Stobaeus Anthologus, Anthologium 2.414.1
Unproofread scanNot analysed yet
αὐτοῖς πολυειδῶς καὶ συνυφαίνεσθαι. Καὶ τὰ μὲν τῶν ἐποχομένων τοῖς αὐτοειδεσί πνεύμασι καὶ δι’ αὐτῶν τιθε-μένων εὐκόλως, ἅπερ ἂν θέλωσιν, ἄνωθεν ἀπραγμόνως ἐκφαίνειν τὰ σφῶν ἔργα· τὰ δὲ τοῖς στερεωτέροις σώμασιν ἐνσπειρόμενα καὶ κατεχόμενα ἐν αὐτοῖς ἀναπίμπλασθαι ἄμωσγέπως τῆς τούτων φύσεως. Καὶ τὰ μὲν τῶν ὅλων p. 112 C. ἐπιστρέφειν εἰς ἑαυτὰ τὰ διοικούμενα, τὰ δὲ τῶν διηρη-μένων αὐτὰ ἐπιστρέφεσθαι πρὸς ταῦτα ὧν ἐπιμελοῦνται.