Ancient Greek
2.414.2
Joannes Stobaeus Anthologus, Anthologium 2.414.2
Unproofread scanNot analysed yet
Κατ’ ἄλλην τοίνυν ἀρχὴν τῆς τῶν αὐτῶν διακρίσεως ἡ μὲν Περιπατητικὴ δόξα τοῦ ζῴου μόνως καὶ τοῦ συνθέτου τίθεται τὰ ἔργα τῆς ψυχῆς. [Πλάτων δὲ τῆς ψυχῆς αὐτὰ πρῶτως προτάττει, εἴθ’ οὕτως εἰς τὸ κοινὸν δίδωσιν.] Πλάτων δὲ καὶ Πυθαγόρας ὑπερφύη τὴν οὐσίαν αὐτῆς καὶ γεννητικὴν τῆς φύσεως προτάττοντες [894] πρεσβύτερα αὐτῇ καὶ τιμιώτερα πρὸ τῆς φύσεως τὰ ἔργα διδόασιν· ἄρχεσθαι τε αὐτὴν οὐ ποιοῦσιν ἀπὸ τῆς φύ-σεως, αὐτὴν δὲ ἀφ’ αὐτῆς καὶ περὶ αὐτὴν ἐξηγεῖσθαι τῶν οἰκείων ἐνεργειῶν ὑπολαμβάνουσιν, ὅσα τέ ἐστιν ἐν αὐτῇ καλὰ καὶ σπουδαῖα κινήματα τῆς φύσεως ὑπερέχοντα καθ’ αὐτὰ ἐξαιροῦσιν.