Ancient Greek
2.414.3
Joannes Stobaeus Anthologus, Anthologium 2.414.3
Unproofread scanNot analysed yet
Ἡδὴ τοίνυν καὶ ἐν αὐτοῖς τοῖς Πλατωνικοῖς πολ-λοὶ διαστασιάζουσιν, οἱ μὲν εἰς μίαν σύνταξιν καὶ μίαν ἰδέαν τὰ εἴδη καὶ τὰ μόρια τῆς ζωῆς καὶ τὰ ἐνεργήματα συνάγοντες, ὥσπερ Πλωτῖνός τε καὶ Πορφύριος· οἱ δὲ εἰς μάχην ταῦτα κατατείνοντες, ὥσπερ Νοῦμηνιος (fr. 49 p. 69 Theding.) · οἱ δὲ ἐκ μαχομένων αὐτὰ συναρμόζοντες,