Ancient Greek
2.416.1
Joannes Stobaeus Anthologus, Anthologium 2.416.1
Unproofread scanNot analysed yet
38 (34 H.) Ἐν ταύτῃ· περὶ μέτρου ψυχῆς. Οἱ μὲν δὴ μίαν οὐσίαν τῆς ψυχῆς ἀριθμῷ τιθέμενοι, πληθύνουσαν δὲ αὐτήν, ὡς Ἀμέλιος οἴεται, σχέσει καὶ κατατάξειν, ἢ, ὡς οἱ Ὀρφικοὶ λέγουσι, ἐπιπνοίαις ἀπὸ τῆς ὅλης, ἔπειτα ἀνασχόντες ἀπὸ τοῦ πλήθους τῆς ὅλης ἐπὶ τὴν μίαν ψυχὴν ἀποθεμένην τὰς σχέσεις καὶ τὰς εἰς ἕτερον κατατάξεις καὶ ἀναλύντες ἀπὸ τῆς εἰς τὰ μεταλαβόντα διαιρέσεως, ἀπολουμένης τῆς τῶν μετασχόντων διαλήψεως, τηροῦσιν αὐτὴν ὅλην πανταχοῦ τὴν αὐτήν, μίαν οὐσίαν τε αὐτῇ διδόασιν καθ’ ἓν πεπερασμένην. Οἱ δ’ ἐν ἀπείροις κόσμοις, ὡςπερ δὴ οἱ περὶ Δημόκριτον καὶ Ἐπίκουρον νομίζουσιν, ἀπὸ τῶν ἀπείρων ἀτόμων κατὰ συντυχίαν συνερχομένων **συνίστασθαι ἀπὸ τῶν τοιούτων στοιχείων τὰς ψυχὰς ἔχουμένοι ἀπείρους αὐτὰς εἶναι ἐπομένως ταῖς οἰκείαις ὑποθέσεσι ἀποφαίνονται. Καὶ οἱ μὲν ἐκ σπερμάτων αὐτὰς γεννῶντες ἑκάστου δυναμένου πολλὰ σπεῖρειν καὶ τοῦδε προιόντος ἀεὶ καὶ οὐδαμῇ ἰσταμένου κατὰ τὴν γέννησιν καὶ ἐν τῷ γίγνεσθαι ἀεὶ τὸ ἄπειρον ἀπολείπουσιν. Οἱ δὲ κατὰ μεταβολὴν ἐξ ἑνὸς ζῴου φθειρομένου πολλὰ ζῷα καὶ πολλὰς ζωὰς παράγοντες ἐν τῷ μεταβάλλειν συνεχῶς καὶ μηδέποτε ἐπιλείπειν τὴν ἐκ τῆς μεταβολῆς διαδεχομένην ἀειγενεσίαν ταύτῃ τὸ ἄπεραντον πλήθος τῶν ψυχῶν ἐπινοοῦσιν ἐν τῷ ἀεὶ πλεῖον γίγνεσθαι. Οἱ δὲ τῆς φύσεως τὴν ψυχὴν