Ancient Greek
2.417.1 to 2.417.3
Joannes Stobaeus Anthologus, Anthologium 2.417.1-3
Unproofread scanNot analysed yet
μὴ διακρίνοντες πάλιν δὴ καὶ οὗτοι κατὰ διαίρεσιν τὸ ἄπειρον τῶν ψυχῶν γίγνεσθαι προσομολογοῦσιν, ἐπειδὴ καὶ ἕκαστον τῶν φνομένων δένδρων μεριζόμενον ταὐτὸν ἐστὶ τῷ ὅλῳ καὶ τῶν ἴσων αὐτῷ φαίνεται γεννητικὸν εἶναι. Οἱ δ’ ἀπὸ Πλάτωνος ἀγενήτους καὶ ἀφθάρτους αὐτὰς προστησάμενοι ἐστάναι ἀεὶ κατὰ τὴν αὐτὴν συμμετρίαν ἀφορίζονται, οὔτε γὰρ προστίθεσθαι τι αὐταῖς ἀπὸ τῆς γενέσεως οὔτε ἀφαιρεῖσθαι ἀπ’ αὐτῶν μεθιστάμενον εἰς τὰ ἀπολλύμενα. Τοῦτο δὴ τὸ μέτρον οἱ μὲν περὶ Πλωτίνον εἰς τὸν τέλεον ἀριθμὸν ὡς οἰκεῖον προσβιβάζουσι. 39 (35 H.) <Ἐν ταὐτῷ· περὶ διαφορᾶς καθόδου τῶν ψυχῶν. >Πλωτῖνος μὲν καὶ Πορφύριος καὶ Ἀμέλιος ἀπὸ τῆς ὑπὲρ τὸν οὐρανὸν ψυχῆς καὶ πάσας ἐπίσης εἰσοικίζουσιν εἰς τὰ σώματα.